Ancient Greek · ~2 min
Section 24
Irenaeus, Adversus haereses (liber 3) 24
Not analysed yet
Τοῦ Πνεύματος οὖν κατελθόντος διὰ τὴν προωρισμένην οἰκονομίαν, καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ Μονογενοῦς, ὃς καὶ Λόγος ἐστὶ τοῦ Πατρός, ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου, σαρκωθέντος ἐν ἀνθρώπῳ καὶ πᾶσαν τὴν κατὰ ἄνθρωπον οἰκονομίαν ἐκπληρώσαντος, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, ὡς αὐτὸς ὁ Κύριος μαρτυρεῖ καὶ οἱ ἀπόστολοι ὁμολογοῦσι καὶ οἱ προφῆται κηρύττουσι, ψευδεῖς ἀπεδείχθησαν πᾶσαι αἱ διδασκαλίαι τῶν τὰς ὀγδοάδας καὶ τετράδας καὶ δοκήσεις παρεξευρηκότων.