Ancient Greek · ~3 min
Section 25
Irenaeus, Adversus haereses (liber 3) 25
Not analysed yet
Φανερὸν οὖν ὅτι Παῦλος ἄλλον Χριστὸν οὐκ οἶδεν, ἀλλ' ἢ τοῦτον τὸν καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα καὶ γεννηθέντα, ὃν καὶ ἄνθρωπον λέγει. Εἰπὼν γάρ· «Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται», ἐπιφέρει, τὴν αἰτίαν ἀποδιδοὺς τῆς σαρκώσεως αὐτοῦ· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Καὶ πανταχοῦ ἐπὶ τοῦ πάθους τοῦ Κυρίου ἡμῶν καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς νεκρώσεως τῷ τοῦ Χριστοῦ κέχρηται ὀνόματι, ὡς ἐπὶ τοῦ· «Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε», καὶ πάλιν· «Νυνὶ δὲ ἐν Χριστῷ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς τῷ αἵματι τοῦ Χριστοῦ», καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γὰρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.»