Ancient Greek · ~2 min
Section 28
Irenaeus, Adversus haereses (liber 3) 28
Not analysed yet
«Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε.» Ταῦτα λέγει πρὸς τοὺς μὴ δεξαμένους τὴν δωρεὰν τῆς υἱοθεσίας, ἀλλ' ἀτιμάζοντας τὴν σάρκωσιν τῆς καθαρᾶς γεννήσεως τοῦ Λόγου τοῦ Θεοῦ καὶ ἀποστεροῦντας τὸν ἄνθρωπον τῆς εἰς τὸν Θεὸν ἀνόδου καὶ ἀχαριστοῦντας τῷ ὑπὲρ αὐτῶν σαρκωθέντι Λόγῳ τοῦ Θεοῦ. Εἰς τοῦτο γὰρ ὁ Λόγος ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα ὁ ἄνθρωπος χωρήσας τὸν Λόγον καὶ τὴν υἱοθεσίαν λαβὼν γένηται υἱὸς τοῦ Θεοῦ.