Ancient Greek · ~1 min
Section 29
Irenaeus, Adversus haereses (liber 3) 29
Not analysed yet
Ὥσπερ γὰρ ἦν ἄνθρωπος ἵνα πειρασθῇ, οὕτω καὶ Λόγος ἵνα δοξασθῇ, ἡσυχάζοντος μὲν τοῦ Λόγου ἐν τῷ πειράζεσθαι καὶ σταυροῦσθαι καὶ ἀποθνῄσκειν, συγγινομένου δὲ τοῦ ἀνθρώπου ἐν τῷ νικᾶν καὶ ὑπομένειν καὶ χρηστεύεσθαι καὶ ἀνίστασθαι καὶ ἀναλαμβάνεσθαι.