Ancient Greek · ~2 min
Fragment 16
Irenaeus, Adversus haereses (liber 4) 16
Not analysed yet
Ἀνακρίνει δὲ τὸ θεῖον τοὺς τὰ σχίσματα ἐργαζομένους, κενοὺς ὄντας τῆς τοῦ Θεοῦ ἀγάπης καὶ τὸ ἴδιον λυσιτελὲς σκοποῦντας, ἀλλὰ μὴ τὴν ἕνωσιν τῆς ἐκκλησίας, καὶ διὰ μικρὰς καὶ τὰς τυχούσας αἰτίας τὸ μέγα καὶ ἔνδοξον σῶμα τοῦ Χριστοῦ τέμνοντας καὶ διαιροῦντας καὶ ὅσον τὸ ἐπ' αὐτοῖς ἀναιροῦντας, εἰρήνην λαλοῦντας καὶ πόλεμον ἐργαζομένους, ἀληθῶς «διϋλίζοντας τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντας»· οὐδεμία γὰρ τηλικαύτη δύναται πρὸς αὐτῶν κατόρθωσις γενέσθαι, ἡλίκη τοῦ σχίσματός ἐστιν ἡ βλάβη.