Ancient Greek · ~2 min
Fragment 17
Irenaeus, Adversus haereses (liber 4) 17
Not analysed yet
Πάντα συνέστηκεν· εἰς ἕνα Θεὸν παντοκράτορα ἐξ οὗ τὰ πάντα πίστις ὁλόκληρος, ἡ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν δι' οὗ τὰ πάντα καὶ τὰς οἰκονομίας αὐτοῦ δι' ὧν ἄνθρωπος ἐγένετο ὁ Υἱὸς τοῦ Θεοῦ πεισμονὴ βεβαία, ἡ εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ τὰς οἰκονομίας Πατρός τε καὶ Υἱοῦ σκηνοβατοῦν καθ' ἑκάστην γενεὰν εἰς τοὺς ἀνθρώπους καθὼς βούλεται ὁ Πατὴρ γνῶσις ἀληθής, ἡ τῶν ἀποστόλων διδαχὴ καὶ τὸ ἀρχαῖον τῆς ἐκκλησίας σύστημα κατὰ παντὸς τοῦ κόσμου.