Ancient Greek · ~3 min
Fragment 25
Irenaeus, Adversus haereses (liber 4) 25
Not analysed yet
Διὰ ταύτης τῆς τάξεως καὶ τῶν τοιούτων ῥυθμῶν καὶ τῆς τοιαύτης ἀγωγῆς, ὁ γενητὸς καὶ πεπλασμένος ἄνθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν γίνεται τοῦ ἀγενήτου Θεοῦ, τοῦ μὲν Πατρὸς εὐδοκοῦντος καὶ κελεύοντος, τοῦ δὲ Υἱοῦ ὑπουργοῦντος καὶ πράσσοντος, τοῦ δὲ Πνεύματος τρέφοντος καὶ αὔξοντος, τοῦ δὲ ἀνθρώπου ἠρέμα προκόπτοντος καὶ ἀνερχομένου πρὸς τὸ τέλειον, πλησίον τουτέστι τοῦ ἀγενήτου γινομένου· τέλος γὰρ ὁ ἀγένητος, οὗτος δέ ἐστι Θεός. Ἔδει δὲ τὸν ἄνθρωπον πρῶτον γενέσθαι, καὶ γενόμενον αὐξῆσαι, καὶ αὐξήσαντα ἀνδρωθῆναι, καὶ ἀνδρωθέντα πληθυνθῆναι, καὶ πληθυνθέντα ἐνισχῦσαι, ἐνισχύσαντα δὲ δοξασθῆναι, καὶ δοξασθέντα ἰδεῖν τὸν ἑαυτοῦ Δεσπότην· Θεὸς γὰρ ὁ μέλλων ὁρᾶσθαι, ὅρασις δὲ Θεοῦ περιποιητικὴ ἀφθαρσίας, «ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ».