Ancient Greek
Fragment 26
Irenaeus, Adversus haereses (liber 4) 26
Not analysed yet
Οὔτε τὸ φῶς ἐξασθενεῖ διὰ τοὺς ἑαυτοῖς τυφλώττοντας, ἀλλ' ἐκείνου μένοντος ὁποῖον καὶ ἔστιν, οἱ τυφλωθέντες παρὰ τὴν αἰτίαν τὴν ἑαυτῶν ἐν ἀορασίᾳ καθίστανται, μήτε τοῦ φωτὸς μετ' ἀνάγκης δουλαγωγοῦντός τινα, μήτε τοῦ Θεοῦ βιαζομένου, εἰ μὴ θέλοι τις κατασχεῖν αὐτοῦ τὴν τέχνην. Τὰ οὖν ἀποστάντα τοῦ πατρικοῦ φωτὸς καὶ παραβάντα τὸν θεσμὸν τῆς ἐλευθερίας παρὰ τὴν αὐτῶν ἀπέστησαν αἰτίαν, ἐλεύθερα καὶ αὐτεξούσια τὴν γνώμην γεγονότα.