Ancient Greek · ~4 min
Fragment 28
Irenaeus, Adversus haereses (liber 4) 28
Not analysed yet
Ὁ μὲν Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ καλὸν ἔσπειρε σπέρμα—»ἀγρὸς δέ ἐστιν ὁ κόσμος»—· «ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.» Ἔκτοτε γὰρ ἀποστάτης ὁ ἄγγελος οὗτος καὶ ἐχθρός, ἀφ' ὅτε ἐζήλωσε τὸ πλάσμα τοῦ Θεοῦ καὶ ἐχθροποιῆσαι αὐτὸν πρὸς τὸν Θεὸν ἐπεχείρησε. Διὸ καὶ ὁ Θεὸς τὸν μὲν παρ' αὑτοῦ τὸ ζιζάνιον λάθρα ἐπισπείραντα, τουτέστι τὴν παράβασιν εἰσενεγκόντα, ἀφώρισε τῆς ἰδίας μετουσίας· τὸν δὲ ἀμελῶς μὲν ἀλλ' ἀκάκως παραδεξάμενον τὴν παρακοὴν ἄνθρωπον ἠλέησε καὶ ἀντέστρεψε τὴν ἔχθραν ἣν ἐχθροποιῆσαι πρὸς αὐτὸν ἠθέλησε <πρὸς αὐτὸν> τὸν ἐχθροποιοῦντα, ἀπωσάμενος μὲν ἀφ' ἑαυτοῦ τὴν πρὸς αὐτὸν ἔχθραν, ἀνακλάσας δὲ αὐτὴν καὶ ἀντιπέμψας πρὸς τὸν ὄφιν, καθὼς ἡ γραφή φησιν εἰρηκέναι τῷ ὄφει τὸν Θεόν· «Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικός», Καὶ τὴν ἔχθραν ταύτην ὁ Κύριος εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, «γενόμενος ἐκ γυναικὸς» ἄνθρωπος καὶ πατήσας αὐτοῦ τὴν κεφαλήν.