Ancient Greek
Fragment 27
Irenaeus, Adversus haereses (liber 4) 27
Not analysed yet
Εἷς καὶ ὁ αὐτὸς Πατήρ, ὁ τοῖς μὲν γλιχομένοις αὐτοῦ τῆς κοινωνίας καὶ προσμένουσιν αὐτοῦ τῇ ὑποταγῇ τὰ παρ' αὐτῷ ἡτοιμακὼς ἀγαθά, τῷ δὲ ἀρχηγῷ τῆς ἀποστασίας διαβόλῳ καὶ τοῖς συναποστᾶσιν αὐτῷ τὸ αἰώνιον πῦρ ἡτοιμακώς, εἰς ὃ πεμφθήσεσθαι ἔφη ὁ Κύριος τοὺς εἰς τὰ ἀριστερὰ διακριθέντας. Καὶ τοῦτό ἐστιν τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου· «Ἐγὼ Θεὸς ζηλωτής, ποιῶν εἰρήνην καὶ κτίζων κακά», ἐπὶ μὲν τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας πρὸς αὐτὸν ποιῶν εἰρήνην καὶ φιλίαν καὶ ἕνωσιν συντιθέμενος, ἐπὶ δὲ τοὺς μὴ μετανοοῦντας καὶ φεύγοντας αὐτοῦ τὸ φῶς πῦρ αἰώνιον καὶ ἐξώτερον σκότος ἡτοιμακώς, ἅτινά ἐστιν κακὰ τοῖς ἐμπεσοῦσιν εἰς αὐτά.