Ancient Greek
Fragment 13
Irenaeus, Adversus haereses (liber 5) 13
Not analysed yet
Μάταιοι οὖν ὄντως καὶ ἄθλιοι, οἱ τὰ οὕτως ἔκδηλα καὶ φανερὰ μὴ θέλοντες συνορᾶν ἀλλὰ φεύγοντες τὸ φῶς τῆς ἀληθείας, οἱ κατὰ τὸν τραγικὸν Οἰδίποδα ἑαυτοὺς τυφλώττοντες. Καὶ ὥσπερ ἀπάλαιστροι προσφιλονεικοῦντες ἑτέροις, ἕν τι μέρος τοῦ σώματος ἀπρὶξ κρατήσαντες, δι' ἐκείνου οὗ κρατοῦσι πίπτουσι, καὶ πίπτοντες οἴονται νικᾶν διὰ τὸ φιλεριστικῶς ἔχεσθαι ἐκείνου οὗ τὴν ἀρχὴν ἐδράξαντο μέλους, πρὸς δὲ τῷ πεπτωκέναι καταγέλαστοι γίνονται· οὕτω δὲ καὶ οἱ αἱρετικοὶ τὸ «σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται», δύο λέξεις ἄραντες ἀπὸ Παύλου, οὔτε τοῦ Ἀποστόλου κατεῖδον οὔτε τὴν δύναμιν τῶν λεγομένων προερευνήσαντες, ψιλῶς δὲ αὐτῷ μόνον τὰς λέξεις κρατοῦντες περὶ αὐτὰς ἀποθνῄσκουσι, τὴν πᾶσαν οἰκονομίαν τὸ ὅσον ἐφ' ἑαυτοῖς ἀνατρέποντες τοῦ Θεοῦ.