Ancient Greek · ~3 min
Fragment 14
Irenaeus, Adversus haereses (liber 5) 14
Not analysed yet
«Μετασχηματίσει, φησί, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Φανερὸν ὅτι τὸ σῶμα, ὅπερ ἐστὶν ἡ σάρξ, ἥτις καὶ ταπεινοῦται πίπτουσα εἰς τὴν γῆν. Μετασχηματισμὸς δὲ αὐτῆς, ὅτι θνητὴ καὶ φθαρτὴ οὖσα ἀθάνατος καὶ ἄφθαρτος γίνεται, οὐκ ἐξ ἰδίας ὑποστάσεως, ἀλλὰ «κατὰ τὴν» τοῦ Κυρίου «ἐνέργειαν, τὸ δύνασθαι αὐτὸν» τῷ θνητῷ τὴν ἀθανασίαν καὶ τῷ φθαρτῷ περιποιήσασθαι τὴν ἀφθαρσίαν. Καὶ διὰ τοῦτό φησιν· «Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος», φανερώτατα περὶ τοῦ Πνεύματος λέγων τοῦτο· οὔτε γὰρ ἡ ψυχὴ θνητόν, οὔτε τὸ Πνεῦμα. Καταπίνεται γὰρ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ὅτι μηκέτι σὰρξ νεκρὰ ἀλλὰ ζῶσα καὶ ἄφθαρτος ἀναμένει, ὑμνοῦσα τὸν εἰς αὐτὸ τοῦτο κατεργασάμενον ἡμᾶς Θεόν.