Ancient Greek
Κεφ. κη΄.
Irenaeus, Libros quinque adversus haereses 2-12
Not analysed yet
2. Τὴν δὲ ἀναβλυσθεῖσαν τοῦ φωτὸς ἰκμάδα . . ἐκπεσεῖν κάτω φασι καὶ κληθῆναι Σοφίαν καὶ Προύνικον καὶ Ἀῤῥενόθηλυν. Διανηχομένην δὲ ἐν τοῖε 1 ὕδασι προσλαβεῖν μὲν ἐξ αὐτῶν σῶμα καὶ βαρυνθῆναι, καὶ ὑποβρύχιον κινδυνεῦσαι γενέσθαι ἀναδύναι δὲ, καὶ ἐκ τοῦ περικειμένου σάματος κατασκευάσθαι τὸν οὐρανόν Ἐκεῖνον δὲ υἱὸν τοῦ Προυνίκου καλοῦσι Κᾀκεῖνος δὲ πάλιν ἄλλον υίὸν προεβάλετο καὶ ἐξ ἐκείνου συστῆναι λέγουσιν ἕτερον καὶ μέχρι τοῦ ἑπτὰ ἀριθμοῦ προβῆναι τὰς προβολάς.