Ancient Greek
Κεφ. κη΄.
Irenaeus, Libros quinque adversus haereses 3-10
Not analysed yet
3. Ὑφ᾿ ἑκάστου δὲ τούτων ἕνα οὐρανὸν δημιουργηθῆναι, ἕκαστον οἰκεῖν τὸν οἰκεῖον Διαστασιάσαι δέ φασι τοὺς ἄλλους πρὸς τὸν πρῶτον τὸν δὲ ἀθυμήσαντα, εἰς τὴν τρύγα τῆς ὕλης ἐρεῖσθαι τὴν ἔννοιαν, καὶ γεννῆσαι υἱὸν 1 ὀφιόμορφον ἐξ αὐτῆς εἶτα καυχώμενον εἰπεῖν, Ἐγὼ Θεὸς καὶ Πατὴρ, καὶ ὑπὲρ ἐμὲ οὐδείς. Τὴν δὲ μητέρα δυσ χεράνασαν ἐπιβοῆσαι αὐτῷ, Μὴ ψεύδου· ἔστι γὰρ ὑπὲρ σὲ Πατὴρ ἁπάντων, πρῶτος Ἄνθρωπος Υἱὸς Ἀνθρώπου Τούτων δέ φησιν ἀκούσας τῶν λόγων τοῦ ὄφεως ὁ Πατὴρ ἔφη, Δεῦτε ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμῶν.