Ancient Greek
Κεφ. ή.
Irenaeus, Libros quinque adversus haereses 2-5
Not analysed yet
2. Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ ῥητὰ καὶ κοινὰ ,Αἰῶνας καὶ λόγους. καὶ ῥίζας. καὶ σπέρματα, καὶ πληρώματα, καὶ καρποὺς ὠνόμασε. Τὰ δὲ καθʼ ἕνα αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς Ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι ἔφη. Ὡε στοιχείου τὸ ὕστερον γράμμα φωνὴν προύκατο τὴν αὐτοῦ· 1οὗ ἦχος ἐξελθὼν κατ᾿ εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν· ἐξ ὧν τά τε ἐνταῦθα κατακεκοσμῆσθαί φησι, 2καὶ τῶν πρὸ τούτων γεγενῆσθαι. 3Τὸ μέν τοι γράμμα αὐτὸ, 4οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ καὶ τὸ ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω 5λέγει εἰς ἀναπλήρωσιν τοῦ ὅλου· μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα. 6Τὸ δὲ στοιχεῖον αὐτὸ ἀφʼ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ συγκατῆλθε κάτω, ὃ γραμμάτων εἶναί φησι τριάκοντα, καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δἰ οὗ τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται· καὶ οὖ πάλιν τὰ ἕτερα δἰ ἄλλων ὀνομάζεσθαι γραμμάτων, καὶ τὰ ἄλλα δἰ ἄλλων· ὡς εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος τῶν γραμμάτων. Οὕτω δ᾿ ἂν σαφέστερον μάθοις τὸ λεγόμενον·