Ancient Greek
Κεφ. ή.
Irenaeus, Libros quinque adversus haereses 1-3
Not analysed yet
1. Οὕτως Μάρκος μήτραν καὶ ἐκδοχεῖον γεγονέναι λέγων, ἅτε μονογενὴς ὑπάρχων αὐτῷ, τὸ τοῦ ὑστερήματος κατατεθὲν εἰς αὐτὸν ὧδέ πως ἀπεκύησεν. Αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τούτων Τετράδα κατεληλυθέναι 4 γυναικείῳ πρὸς αὐτὸν, ἐπειδή, φησι, 1τὸ ἄῤῥεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνύσαι αὐτὴ τὶ ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὐδὲ Θεῶν οὐδὲ ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ διηγήσασθαι, οὕτως εἰποῦσαν· ὅτε τὸ πρῶτον ὁ Πατὴρ 2ὤδινεν ὁ ἀνεννόητος καὶ 3ἀνούσιος, ὁ μήτε ἄῤῥεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄῤῥητον γεννηθῆναι καὶ τὸ ἀόρατον κορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ ὃς παραστὰς ὑπέδειξεν αὐτῷ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχὴ, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων. Ἐπισυνῆψε τὴν δευτέραν· καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων. Ἑξῆς ἐλάλησε τὴν τρίτην1· καὶ ἦν καὶ αὐτὴ στοιχείων δέκα. Ναὶ τὴν μετὰ ταῦτα ἐλάλησε· καὶ ἦν καὶ αὐτὴ στοιχείων δεκαδύο. Ἐγένετο οὖν ἡ ἐκφώνησις ὅλου ὀνόματος στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. Ἕκακτον δὲ τῶν στοιχείων ἴδια γράμματα, καὶ ἴδιον M. χαρακτῆρα, καὶ ἰδίαν ἐκφώνησιν, καὶ σχήματα, καὶ εἰκόνας ἔχειν, καὶ μηδὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφὴν, οὗπερ αὐτὸς στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ γινώσκει αὐτὸν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον ἐκφώνησιν 1πολιορκεῖ, ἀλλὰ ὁ αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα, τὸ ἕλον ἡγεῖσθαι, ὀνομάζειν. Ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου, τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν, καὶ μὴ παύσασθαι ἠχοῦντα, ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἑκάστου στοιχείου μονογλωσσήσαντος καταστῆσαι . Τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα, μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ὑμῶν ὑπέθετο εἶναι. Τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ εἶναι τούτους μορφὰς, ἃς ὁ Κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ Πατρός.