Ancient Greek
Κεφ. ζ΄.
Irenaeus, Libros quinque adversus haereses 3-4
Not analysed yet
3. Ἤδη δὲ τῶν προτέρων τινὲς γοναικῶν τῶν ἐχουσῶν τὸν φόβον τοῦ Θεοῦ, καὶ μὴ ἐξαπατηθεισῶν, ἃς ὁμοίως ταῖς λοιπαῖς ἐπετήδευσε παραπείθειν, κελεύων αὐταῖς προφητεύειν, καὶ καταφυσήσασαι, καὶ καταθεματίσασαι αὐτὸν, ἐχωρίσθησαν τοῦ τοιούτου θιάσου· ἀκριβῶς εἰδοῖαι, ὅτι προφητεύειν οὐχ ὑπὸ Μάρκου τοῦ μάγου ἐγγίνεται τοῖς ἀνθρώποις, ἀλλʼ οἷε ἄν ὁ Θεὸ ἄνωθεν ἐπιπέμψῃ τὴν χάριν αὑτοῦ, οὗτοι θεόσδοτον ἔχουσι τὴν προφητείαν, καὶ τότε λαλοῦσιν ἔνθα καὶ ὁπότε Θεὸς βούλεται, ἀλλʼ οὐχ ὅτε Μάρκος κελεύει. Τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε καὶ κυριώτερον, ἐπεὶ τὸ μὲν προηγεῖται, τὸ δὲ ὑποτέτακται. Εἰ οὖν Μάρκος μὲν κελεύει, ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς δείπνοις 1τοῦ κλήρου οὗτοι πάντοτε παίζειν, καὶ ἀλλήλοις ἐγκελεύεσθαι τὸ προφητεύειν, καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ κυριώτερος τοῦ προφητικοῦ πνεύματος, ἄνθρωπος ὢν, ὅπερ ἀδύνατον. ἀλλὰ τοιαῦτα κελευόμενα ὑπʼ αὐτῶν πνεύματα, καὶ λαλοῦντα ὁπότε βούλονται αὐτοὶ, ἐπίσαθρα καὶ ἀδρανῆ ἐστι, τολμηρὰ δὲ καὶ ἀναιδῆ, ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν τῶν μὴ εὔτονον τὴν πίστιν, ἣν ἀπʼ ἀρχῆς διὰ τῆς ἐκκλησίας παρέλαβον, φυλασσόντων.