Ancient Greek
Κεφ. ζ΄.
Irenaeus, Libros quinque adversus haereses 4-2
Not analysed yet
4. Ὅτι δὲ 1φίλτρα καὶ ἀγώγιμα, πρὸς τὸ καὶ τοῖς σώμασιν αὐτῶν ἐνυβρίζειν, ἐμποιεῖ οὗτος ὁ Μάρκος ἐνίαις τῶν γυναικῶν, εἰ καὶ μὴ πάσαις, αὗται πολλάκις ἐπιστρέψασαι εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἐξωμολογήσαντο, καὶ κατὰ τὸ σῶμα ἠχρειῶσθαι ὑπ᾿ αὐτοῦ, καὶ ἐρωτικῶς πάνυ αὐτὸν πεφιληκέναι· ὥστε καὶ διάκονόν τινα τῶν ἐν 2τῇ Ἀσίᾳ τῶν ἡμετέρων ὑποδεξάμενον αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, περιπεσεῖν ταύτῃ τῇ συμφορᾷ, 3τῆς γυναικὸς αὐτοῦ εὐειδοῦς ὑπαρχούσης, καὶ τὴν γνώμην, καὶ τὸ σῶμα διαφθαρείσης ὑπὸ τοῦ μάγου τούτου, καὶ ἐξακολουθησάσης αὐτῷ πολλῷ τῷ χρόνῳ, ἔπειτα μετὰ πολλοῦ κόπου τῶν ἀδελφῶν ἐπιστρεψάντων, αὐτὴ τὸν ἅπαντα χρόνον 1ἐξομολογουμένη διετέλεσε, πενθοῦσα καὶ θρηνοῦσα ἐφʼ ᾗ ἔπαθεν ὑπὸ τοῦ μάγου διαφθορᾷ.