Ancient Greek
Κεφ. μ΄.
Irenaeus, Libros quinque adversus haereses 4-6
Not analysed yet
4. Εἰ οὗν καθʼ ὃν εἰρήκαμεν τρόπον, ἔνια τῶν ζητημάτων ἀναθήσωμεν τῷ Θεῷ, καὶ τὴν πίστιν ἡμῶν διαφυλάξομεν. καὶ ἀκίνδυνοι διαμενοῦμεν, καὶ πᾶσα γραφὴ δεδομένη ἡμῖν ἀπὸ Θεοῦ σύμφωνος ἡμῖν εὑρεθήσεται, καὶ αἱ παραβολαὶ τοῖς διαῤῥήδην εἰρημένοις συμφωνήσουσι, καὶ τὰ φανερῶς εἰρημένα ἐπιλύσει τὰς παραβολὰς, καὶ διὰ τῆς τῶν λέξεων πολυφωνίας ἓν σύμφωνον μέλος ἐν ἡμῖν αἰσθήσεται Φύσεως κρείττων ὁ Θεὸς, καὶ παῤ αὐτῷ τὸ θέλειν, ὅτι ἀγαθός ἐστι· καὶ τὸ δύνασθαι, ὅτι δυνατός· καὶ τὸ ἐπιτελέσαι, ὅτι εὔπορος