Ancient Greek
Chapter 46
Irenaeus, Libros quinque adversus haereses 46.Section praef
Not analysed yet
5 Οὐκ ἐν τῷ λέγειν, ἀλλ᾿ ἐν τῷ εἶναι ὁ κρείττων δείκνυσθαι ὀφείλει . Τοσοῦτον δὲ ἀποδέουσι τὸν νεκρὸν ἐγεῖραι, καθὼς ὁ Κύριος ἤγειρε, καὶ οἱ ἀπόστολοι διὰ προσευχῆς, καὶ ἐν τῇ ἀδελφότητι πολλάκις διὰ τὸ ἀναγκαῖον, τῆς κατὰ τόπον ἐκκλησίας πάσης αἰτησαμένης μετὰ νηστείας πολλῆς καὶ λιτανείας, ἐπέστρεψε τὸ πνεῦμα τοῦ τετελελευτηκότος, καὶ ἐχαρίσθη ὁ ἄνθρωπος ταῖς εὐχαῖς τῶν ἁγίων