Ancient Greek
Κεφ. ζ΄.
Irenaeus, Libros quinque adversus haereses 6-2
Not analysed yet
6. Τοιαῦτα δὲ λέγοντες καὶ πράττοντες, καὶ ἐν τοῖς καθʼ ἡμᾶς κλίμασι 1τῆς Ῥοδανουσίας, 2πολλὰς ἐξηπατήκασι γοναῖκας, αἵτινες κεκαυτηριασμέναι τὴν συνείδησιν, αἱ μὲν καὶ 3εἰς φανερὸν ἐξομολογοῦνται, αἱ δὲ δυσωπούμεναι τοῦτο, ἡσυχῆ δέ πως ἑαυτὰς ἀπηλπικυῖαι τῆς ζωῆς τοῦ Θεοῦ, ἔνιαι μὲν εἰς τὸ παντελὲς ἀπέστησαν, ἔνιαι δὲ ἐπαμφοτερίζουσι, καὶ τὸ τῆς παροιμίας πεπόνθασι, μήτε ἔξω, μήτε ἔσω οὖσαι, ταύτην ἔχουσαι τὴν ἐπικαρπίαν τοῦ σπέρματος τῶν τέκνων τῆς γνώσεως.