Ancient Greek
Κεφ. α΄.
Irenaeus, Libros quinque adversus haereses 7
Not analysed yet
7. Τὰ δὲ ἐκτὸς τοῦ πληρώματος λεγόμενα ὑπ᾿ αὐτῶν ἐστι τοιαῦτα· τὴν Ἐνθύμησιν τῆς ἄνω Σοφίας, ἣν καὶ 3 καλοῦσιν, ἀφορισθεῖσαν τοῦ πληρώματος σὺν τῷ πάθει λέγουσιν, ἐν σκιαῖς καὶ 4σκηνώματος τόποις ἐκβεβράσθαι κατὰ ἀνάγκην. Ἔξω γὰρ 1φωτὸς ἐγένετο καὶ Πληρώματος, ἄμορφος καὶ ἀνείδεος, ὥσπερ ἔκτρωμα, διὰ τὸ μηδὲν 2κατειληφέναι· οἰκτείραντά τε αὐτὴν τὸν Χριστὸν, καὶ διὰ τοῦ Σταυροῦ ἐπεκταθέντα, 3τῇ ἰδία δυνάμει μορφῶσαι μόρφωσιν τὴν κατʼ οὐσίαν μόνον, ἀλλʼ οὐ τὴν κατὰ γνῶσιν· καὶ πράξαντα τοῦτο 4ἀναδραμεῖν συστείλαντα αὐτοῦ τὴν δύναμιν, καὶ καταλιπεῖν, ὅπως αἰσθομένη τοῦ περὶ αὐτὴν πάθους διὰ τὴν ἀπαλλαγὴν τοῦ Πληρώματος, ὀρεχθῇ τῶν διαφερόντων, ἔχουσά τινα ὀδμὴν ἀφθαρσίας, ἐγκαταλειφθεῖσαν αὐτὴν τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου 1 Πνεύατος. Διὸ καὶ 2αὐτὴν τοῖς ἀμφοτέροις ὀνόμασι καλεῖσθαι, 3 τε πατρωνυμικῶς, (ὁ γὰρ πατὴρ αὐτῆς Σοφία κληΐζεται), καὶ πνεῦμα ἅγιον ἀπὸ τοῦ περὶ τὸν Χριστὸν πνεύματος. Μορφωθεῖσάν τε αὐτὴν, καὶ 4ἔμφρονα γενηθεῖσαν, παραυτίκα δὲ κενωθεῖσαν ἀοράτου αὐτῇ συνόντος Λόγου, τουτέστι τοῦ Χριστοῦ, 5ἐπὶ ζήτησιν ὁρμῆσαι τοῦ καταλιπόντος αὐτὴν φωτὸς καὶ μὴ δυνηθῆναι καταλαβεῖν αὐτὸ, διὰ τὸ κωλυθῆναι ὑπὸ τοῦ Ὅρου. Καὶ ἐνταῦθα τὸν Ὅρον κωλύοντα αὐτὴν τῆς εἰς τοὔμπροσθεν ὁρμῆς εἰπεῖν Ἰαώ· ὅθεν τὰ 8Ἰαὼ ὄνομα γεγενῆσθαι φάσκουσι. Μὴ δονηθείσαν δὲ διοδεῦσαι τὸν Ὅρον, διὰ τὸ συμπεπλέχθαι τῷ πάθει, καὶ μόνην ἀπολειφθεῖσαν ἔξω, παντὶ μέρει τοῦ πάθους ὑποπεσεῖν πολυμεροῦς καὶ πολυποικίλου ὑπάρχοντος, καὶ παθεῖν, λύπην μὲν, ὅτι οὐ κατέλαβε· φόβον δὲ, μὴ καθάπερ 1αὐτὴν τὸ φῶς, οὕτω καὶ τὸ ζῇν ἐπιλίπῃ· 2ἀπορίαν τε ἐπὶ τούτοις· 3ἐν ἀγνοία δὲ τὰ πάντα. Καὶ οὐ καθάπερ ἡ μήτηρ αὐτῆς, ἡ πρώτη Σοφία καὶ Αἰὼν, 1ἑτεροίωσιν ἐν τοῖς πάθεσιν εἶχεν, ἀλλὰ ἐναντιότητα. Ἐπισυμβεβηκέναι δʼ αὐτῇ καὶ ἑτέραν διάθεσιν, τὴν τῆς ἐπιστροφῆς ἐπὶ τόν ζωοποιήσαντα. Ταύτην 2σύστασιν καὶ οὐσίαν τῆς ὕλης γεγενῆσθαι λέγουσιν, ἐξ ἧς ὅδε ὁ κόσμος συνέστηκεν. Ἐκ μὲν γὰρ τῆς ἐπιστροφῆς τὴν τοῦ κόσμου καὶ 3τοῦ δημιουργοῦ πᾶσαν ψυχὴν τὴν γένεσιν εἰληφέναι, ἐκ δὲ τοῦ φόβου καὶ τῆς λύπης τὰ λοιπὰ τὴν ἀρχὴν ἐσχηκέναι· 4ἀπὸ γὰρ τῶν δακρύων αὐτῆς γεγονέναι πᾶσαν ἔνυγρον οὐσίαν· ἀπὸ δὲ τοῦ γέλωτος, τὴν φωτεινήν· ἀπὸ δὲ τῆς λύπης καὶ τῆς ἐκπλήξεως, τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα. Ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο, ὡς λέγουσι, διὰ τὸ καταλελείφθαι μόνην ἐν τῷ σκότει καὶ τῷ κενώματι· ποτὲ δὲ εἰς ἔννοιαν ἥκουσα τοῦ καταλιπόντος αὐτὴν φωτὸς, διεχεῖτο καὶ ἐγέλα· ποτὲ δ᾿ αὖ πάλιν ἐφοβεῖτο· ἄλλοτε δὲ διηπόρει, καὶ ἐξίστατο.