Ancient Greek
Κεφ. α΄.
Irenaeus, Libros quinque adversus haereses 8.1
Not analysed yet
8. Καὶ τί γάρ τραγῳδία πολλὴ λοιπὸν ἦν ἐνθάδε, καὶ φαντασία ἑνὸς ἑκάστου αὐτῶν, ἄλλως καὶ ἄλλως 1 ἐκδιηγουμένου ἐκ ποταποῦ πάθους, ἐκ ποίου στοιχείου 2ἡ οὐσία τὴν γένεσιν εἴληφεν· ἃ καὶ εἰκότως δοκοῦσί μοι μὴ ἅπαντας θέλειν ἐν φανερῷ διδάσκειν, ἀλλʼ μόνους ἐκείνους τοὺς καὶ μεγάλους μισθοὺς ὑπὲρ τηλικούτων μυστηρίων τελεῖν δυναμένους. Οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις, περὶ ὧν ὁ Κύριος ὑμῶν εἴρηκε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἀλλὰ ἀνακεχωρηκότα, καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖς φιλοψευδέσι. Τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ, ὅτι ἀπὸ τῶν δακρύων τῆε Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος, θάλασσαι, καὶ πηγαὶ, καὶ ποταμοὶ, καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν εἴληφεν, ἐς δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς, καὶ ἐκ τῆς ἐκπλήξεως καὶ τῆς ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα; Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορία αὐτῶν. Ἐπαιδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, οἶον πηγὰς, καὶ ποταμοὺς, καὶ ὄμβρους, καὶ τὰ τοιαῦτα· τὰ δὲ ἐπὶ ταῖς θαλάσσαις ἁλμυρά· ἐπινοῶ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει· φανερὸν οὖν, ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. Εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ καὶ ἀμηχανίᾳ γεγονυῖαν καὶ ἱδρωκέναι· ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς, καὶ εἴ τινα ἄλλα γλυκέα ὕδατα ὑπάρχει τὴν γένεσιν μὴ ἐσχοκέναι ἀπὸ τῶν δακρύων αὐτῆς· ἀπίθανον γὰρ, μιᾶς ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρὰ, τὰ δὲ γλυκέα ὕδατα ἐξ αὐτῶν προελθεῖν· τοῦτο δὲ πιθανώτερον, τὰ μὲν εἶναι ἀπὸ τῶν δακρύων, τὰ δὲ ἀπὸ τῶν ἱδρώτων. Ἐπαιδὴ καὶ θερμὰ καὶ δριμέα τινὰ ὕδατά ἐστιν ἐν τῷ κόσμῳ, νοεῖν ὀφείλεις, τὶ ποιήσασα, καὶ ἐκ ποίου μορίου προήκατο ταῦτα· ἁρμόζουσι γὰρ τοιοῦτοι καρποὶ τῇ ὑποθέσει αὐτῶν. Διοδεύσασαν οὖν πᾶν πάθος τὴν Μητέρα αὐτῶν, καὶ μόγις ὑπερκύψασαν, 1ἐπὶ ἱκεσίαν τραπῆναι τοῦ καταλιπόντος αὐτὴν φωτὸς, τουτέστι τοῦ Χριστοῦ, λέγουσιν· ὃς ἀνελθὼν μὲν εἰς τὸ πλήρωμα, αὐτὸς μὲν εἰκὸς ὅτι 2ὤκνησεν ἐκ δευτέρου κατελθεῖν, τὸν 3Παράκλητον δὲ ἐξέπεμψεν αὐτὴν, τουτέστι τὸν σωτῆρα, 4ἐνδόντος αὐτῷ πᾶσαν τὴν δύναμιν τοῦ πατρὸς, καὶ πᾶν ὑπ᾿ ἐξουσίαν παραδόντος, 5καὶ τῶν αἰώνων δεόμενος ,ὅπως ἐν αὐτῷ τὰ πάντα κτισθῇ τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, Θρόνοι, 6θεότητες, κυριότητες· ἐκπέμπεται δὲ πρὸς αὐτὴν μετὰ τῶν 1ἡλικιωτῶν αὐτοῦ τῶν Ἀγγέλων. Τὴν δὲ Ἀχαμὼθ ἐντραπεῖσαν αὐτὸν λέγουσι πρῶτον μὲν 2 ἐπιθέσθαι δἰ αἰδῶ, μετέπειτα δὲ ἰδοῦσαν αὐτὸν σὺν ὅλῃ τῇ 3καρποφορίᾳ αὐτοῦ, προσδραμεῖν αὐτῷ, δύναμιν λαβοῦσαν ἐκ τῆς ἐπιφανείας αὐτοῦ· κᾀκεῖνον μορφῶσαι αὐτὴν 4μόρξωσιν τὴν κατὰ γνῶσιν, καὶ ἴασιν τῶν παθῶν ποιήσασθαι αὐτῆς· χωρίσαντα δʼ αὐτὰ αὐτῆς, 5μὴ ἀμελήσαντα δὲ αὐτῶν, οὐ γὰρ ἦν 6δονατὰ ἀφανισθῆναι, ὡς τὰ 7τῆς προτέρας, διὰ τὸ ἑκτικὰ ἤδη καὶ 1δυνατὰ εἶναι· ἀλλʼ ἀποκρίναντα 2χωρήσει τοῦ συγχέαι καὶ πῆξαι, καὶ ἐξ ἀσωμάτου πάθους εἰς 3ἀσώματον τὴν ὕλην μεταβαλεῖν αὐτά· εἶθʼ οὕτως ἐπιτηδειότητα καὶ φύσιν ἐμπεποιηκέναι αὐτοῖς, ὥστε εἰς συγκρίματα καὶ σώματα ἐλθεῖν, πρὸς τὸ γενέσθαι 4δύο οὐσίας, τὴν φαύλην τῶν παθῶν, τήν τε τῆς ἐπιστροφῆς ἐμπαθῆ· καὶ διὰ τοῦτο δυνάμει τὸν Σωτῆρα 1δεδημιουργηκέναι φάσκουσι. Τήν τε Ἀχαμὼθ ἐκτὸς πάθους γενομένην, καὶ 2συλλαβοῦσαν τῇ χαρ τῶν ἐν αὐτῷ φώτων τὴν θεωρίαν, τουτέστι τῶν Ἀγγέλων τῶν μετʼ αὐτοῦ, καὶ 3ἐγκισσήσασαν αὐτοὺς, κεκυηκέναι καρποὺς κατὰ τὴν εἰκόνα διδάσκουσι, κύημα πνευματικὸν καθʼ ὁμοίωσιν γεγονότως τῶν δορυφόρων τοῦ Σωτῆρος.