Ancient Greek
Κεφ. ή.
Irenaeus, Libros quinque adversus haereses 8
Not analysed yet
8. Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν ὥς φησιν ἡ Μάρκου Σιγὴ, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῆ ὁ καρπός. Τὸν μέν τοι ἐπίσημον τοῦτον ἀριθμὸν ἐπὶ τοῦ παρόντος, φησὶ, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα 3 ἢ διχοτομηθέντα καὶ ἔξω μείναντα, ὃς τῇ ἑαυτοῦ δυνάμει τε καὶ φρονήσει, διὰ τῆς ἀπʼ αὐτοῦ προβολῆς τοῦτον τὸν τῶν ἑπτὰ δυνάμεων, καὶ μίμησιν τῆς 4ἑβδομάδος δυνάμεως, ἐψύχωσε κόσμον, καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός. Κέχρυται μὲν οὖν αὐτὸς οὗτος τῷδε τῷ ἔργῳ, ὡς αὐθαιρέτως ὑπʼ αὐτοῦ γενομένῳ· 1τάδε διακόνει, μιμήματα ὄντα τῶν ἀμιμήτων, τὴν ἐνθύμησιν τῆς μητρός. Καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ α, ὁ δὲ μετὰ τοῦτον τὸ ει, ὁ δὲ τρίτος η, τέταρτος δὲ καὶ μέσος τῶν ἑπτα τὴν τοῦ ι δύναμιν ἐκφωνεῖ, ὁ δὲ πέμπτος τὸ ου, ἕκτος δὲ τὸ υ, ἕβδομος καὶ τέταρτος ἀπὸ μέρους τὸ ω στοιχεῖον ἐκβοᾷ, καθὼς ἡ Μάρκου Σιγὴ, ἡ πολλὰ μὲν φλυαροῦσα, μηδὲν δὲ ἀληθὲς λέγουσα, διαβεβαιοῦται. Αἵτινες δυνάμεις ὁμοῦ, φησὶ πᾶσαι εἰς 2ἀλλήλας συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον, ὑφʼ οὗ προεβλήθοσαν· ἡ δὲ δόξα τῆς ἠχῆς ἀναπέμπεται εἰς τὸν Προπάτορα. Ταύτης μέν τοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γενέσθαι, καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς.