Ancient Greek
Κεφ. ή.
Irenaeus, Libros quinque adversus haereses 9-2
Not analysed yet
9. Την δε αποδειξιν φερει απο των αρτι γεννομενον βρεφῶν, ὧν ἠχὴ ἅμα τῷ ἐκ μήτρας προελθεῖν ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. Καθὼς οὖν αἱ ἐπτὰ, φησὶ δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα 1 θρηνοῦσα Μάρκον, δοξάζει αὐτόν. Διὰ τοῦτο δὲ καὶ τὸν Δαβὶδ εἰρηκέναι· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· καὶ πάλιν, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Καὶ διὰ τοῦτο ἔν τε πόνοις καὶ ταλαιπωρίαις ψυχὴ γενομένη, 2εἰς διϋλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημεῖον αἰνέσεως, ἵνα γνωρίσασα ἄνω 3ψυχὴ τὸ συγγενὲς αὐτῆς, βοηθὸν αὐτῇ καταπέμψῃ.