Ancient Greek · ~2 min
Section 10
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 10
Not analysed yet
ὅτι μὲν οὖν διέθετο καὶ ἐποιήσατο εὖ φρονῶν, ἐξὸν αὐτῷ, ἀποδέδεικται ὑμῖν, ὥστε κατὰ μὲν τοῦτο ψευδῆ μεμαρτυρηκὼς Ἀνδροκλῆς ἀποδέδεικται· ἐπειδὴ δὲ προσδιαμεμαρτύρηκεν [ὡς] ὑὸν εἶναι γνήσιον Εὐκτήμονος τοῦτον, καὶ ταῦτʼ ἀποδείξω ψευδῆ ὄντα. Εὐκτήμονι γάρ, ὦ ἄνδρες, τῷ Φιλοκτήμονος πατρί, τοὺς μὲν ὄντως γενομένους παῖδας, Φιλοκτήμονα καὶ Ἐργαμένην καὶ Ἡγήμονα καὶ δύο θυγατέρας, καὶ τὴν μητέρα αὐτῶν, ἣν ἔγημεν ὁ Εὐκτήμων, Μειξιάδου Κηφισιῶς θυγατέρα, πάντες οἱ προσήκοντες ἴσασι καὶ οἱ φράτορες καὶ τῶν δημοτῶν οἱ πολλοί, καὶ μαρτυρήσουσιν ὑμῖν·