Ancient Greek · ~1 min
Section 11
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 11
Not analysed yet
ὅτι δʼ [οὐδʼ] ἄλλην τινὰ ἔγημε γυναῖκα, ἐξ ἧς τινος οἵδε αὐτῷ ἐγένοντο, οὐδεὶς τὸ παράπαν οἶδεν οὐδʼ ἤκουσε πώποτε ζῶντος Εὐκτήμονος. καίτοι τούτους εἰκὸς πιστοτάτους εἶναι νομίζειν μάρτυρας· τοὺς γὰρ οἰκείους εἰδέναι προσήκει τὰ τοιαῦτα. καί μοι τούτους κάλει πρῶτον, καὶ τὰς μαρτυρίας ἀνάγνωθι.