Ancient Greek · ~1 min
Section 22
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 22
Not analysed yet
ἐπειδὴ δὲ οὔθʼ ὁ ὑὸς αὐτῷ Φιλοκτήμων συνεχώρει οὔθʼ οἱ φράτορες εἰσεδέξαντο, ἀλλʼ ἀπηνέχθη τὸ κούρειον, ὀργιζόμενος ὁ Εὐκτήμων τῷ ὑεῖ καὶ ἐπηρεάζειν βουλόμενος ἐγγυᾶται γυναῖκα Δημοκράτους τοῦ Ἀφιδναίου ἀδελφήν, ὡς ἐκ ταύτης παῖδας ἀποφανῶν καὶ εἰσποιήσων εἰς τὸν οἶκον, εἰ μὴ συγχωροίη τοῦτον ἐᾶν εἰσαχθῆναι.