Ancient Greek
Section 23
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 23
Not analysed yet
εἰδότες δʼ οἱ ἀναγκαῖοι ὅτι ἐξ ἐκείνου μὲν οὐκ ἂν ἔτι γένοιντο παῖδες ταύτην τὴν ἡλικίαν ἔχοντος, φανήσοιντο δʼ ἄλλῳ τινὶ τρόπῳ, καὶ ἐκ τούτων ἔσοιντο ἔτι μείζους διαφοραί, ἔπειθον, ὦ ἄνδρες, τὸν Φιλοκτήμονα ἐᾶσαι εἰσαγαγεῖν τοῦτον τὸν παῖδα ἐφʼ οἷς ἐζήτει ὁ Εὐκτήμων, χωρίον ἓν δόντα.