Ancient Greek · ~1 min
Section 24
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 24
Not analysed yet
καὶ ὁ Φιλοκτήμων αἰσχυνόμενος μὲν ἐπὶ τῇ τοῦ πατρὸς ἀνοίᾳ, ἀπορῶν δʼ ὅ τι χρήσαιτο τῷ παρόντι κακῷ, οὐκ ἀντέλεγεν οὐδέν. ὁμολογηθέντων δὲ τούτων, καὶ εἰσαχθέντος τοῦ παιδὸς ἐπὶ τούτοις, ἀπηλλάγη τῆς γυναικὸς ὁ Εὐκτήμων, καὶ ἐπεδείξατο ὅτι οὐ παίδων ἕνεκα ἐγάμει, ἀλλʼ ἵνα τοῦτον εἰσαγάγοι.