Ancient Greek · ~1 min
Section 29
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 29
Not analysed yet
κειμένου δὲ τοῦ γραμματείου σχεδὸν δύʼ ἔτη καὶ τοῦ Χαιρέου τετελευτηκότος, ὑποπεπτωκότες οἵδε τῇ ἀνθρώπῳ, καὶ ὁρῶντες ἀπολλύμενον τὸν οἶκον καὶ τὸ γῆρας καὶ τὴν ἄνοιαν τοῦ Εὐκτήμονος, ὅτι εἴη αὐτοῖς ἱκανὴ ἀφορμή, συνεπιτίθενται.