Ancient Greek · ~1 min
Section 30
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 30
Not analysed yet
καὶ πρῶτον μὲν πείθουσι τὸν Εὐκτήμονα τὴν μὲν διαθήκην ἀνελεῖν ὡς οὐ χρησίμην οὖσαν τοῖς παισί· τῆς γὰρ φανερᾶς οὐσίας οὐδένα κύριον ἔσεσθαι τελευτήσαντος Εὐκτήμονος ἄλλον ἢ τὰς θυγατέρας καὶ τοὺς ἐκ τούτων γεγονότας· εἰ δὲ ἀποδόμενός τι τῶν ὄντων ἀργύριον καταλίποι, τοῦτο βεβαίως ἕξειν αὐτούς.