Ancient Greek · ~1 min
Section 31
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 31
Not analysed yet
ἀκούσας δʼ ὁ Εὐκτήμων εὐθὺς ἀπῄτει τὸν Πυθόδωρον τὸ γραμματεῖον, καὶ προσεκαλέσατο εἰς ἐμφανῶν κατάστασιν. καταστάντος δὲ ἐκείνου πρὸς τὸν ἄρχοντα, ἔλεγεν ὅτι βούλοιτʼ ἀνελέσθαι τὴν διαθήκην.