Ancient Greek · ~1 min
Section 40
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 40
Not analysed yet
καὶ οὐδʼ ἐπειδὴ ἑτέρων πυθόμεναι ἦλθον αἱ θυγατέρες αὐτοῦ καὶ ἡ γυνή, οὐδὲ τότε εἴων εἰσιέναι, ἀλλʼ ἀπέκλεισαν τῇ θύρᾳ, φάσκοντες οὐ προσήκειν αὐταῖς θάπτειν Εὐκτήμονα· καὶ οὐδʼ εἰσελθεῖν ἐδύναντο, εἰ μὴ μόλις καὶ περὶ ἡλίου δυσμάς.