Ancient Greek · ~1 min
Section 41
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 41
Not analysed yet
εἰσελθοῦσαι δὲ κατέλαβον ἐκεῖνον μὲν ἔνδον ἔνδον κείμενον δευτεραῖον, ὡς ἔφασαν οἱ οἰκέται, τὰ δʼ ἐκ τῆς οἰκίας ἅπαντα ἐκπεφορημένα ὑπὸ τούτων. αἱ μὲν οὖν γυναῖκες, οἷον εἰκός, περὶ τὸν τετελευτηκότα ἦσαν· οὗτοι δὲ τοῖς ἀκολουθήσασι παραχρῆμα ἐπεδείκνυσαν τὰ ἔνδον ὡς εἶχε, καὶ τοὺς οἰκέτας πρῶτον ἠρώτων ἐναντίον τούτων ὅποι τετραμμένα εἴη τὰ χρήματα.