Ancient Greek · ~1 min
Section 49
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 49
Not analysed yet
〈Νόμος〉 ταυτὶ τὰ γράμματα, ὦ ἄνδρες, ὑμεῖς, οὕτω σεμνὰ καὶ εὐσεβῆ ἐνομοθετήσατε, περὶ πολλοῦ ποιούμενοι καὶ πρὸς ταύτας καὶ πρὸς τοὺς ἄλλους θεοὺς εὐσεβεῖν· ἡ δὲ τούτων μήτηρ, οὕτως ὁμολογουμένως οὖσα δούλη καὶ ἅπαντα τὸν χρόνον αἰσχρῶς βιοῦσα,