Ancient Greek · ~1 min
Section 50
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 50
Not analysed yet
ἣν οὔτε παρελθεῖν εἴσω τοῦ ἱεροῦ ἔδει οὔτʼ ἰδεῖν τῶν ἔνδον οὐδέν, οὔσης τῆς θυσίας ταύταις ταῖς θεαῖς ἐτόλμησε συμπέμψαι τὴν πομπὴν καὶ εἰσελθεῖν εἰς τὸ ἱερὸν καὶ ἰδεῖν ἃ οὐκ ἐξῆν αὐτῇ. ὡς δὲ ἀληθῆ λέγω, ἐκ τῶν ψηφισμάτων γνώσεσθε ἃ ἐψηφίσατο ἡ βουλὴ περὶ αὐτῆς. λαβὲ τὸ ψήφισμα.