Ancient Greek · ~1 min
Section 56
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 56
Not analysed yet
πάντων δὲ μάλιστα ἀγανακτῆσαί ἐστιν ἄξιον, ὅταν οὗτοι καταχρῶνται τῷ Εὐκτήμονος ὀνόματι τοῦ τουδὶ πάππου. εἰ γάρ, ὡς οὗτοι λέγουσι, τῷ μὲν Φιλοκτήμονι μὴ ἐξῆν διαθέσθαι, τοῦ δʼ Εὐκτήμονός ἐστιν ὁ κλῆρος, πότερον δικαιότερον τῶν Εὐκτήμονος κληρονομεῖν τὰς ἐκείνου θυγατέρας, ὁμολογουμένως οὔσας γνησίας, καὶ ἡμᾶς τοὺς ἐκ τούτων γεγονότας, ἢ τοὺς οὐδὲν προσήκοντας, οἳ οὐ μόνον ὑφʼ ἡμῶν ἐλέγχονται,