Ancient Greek · ~1 min
Section 57
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 57
Not analysed yet
ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ ἐπίτροποι διαπεπραγμένοι εἰσί; τοῦτο γὰρ ὑμῶν δέομαι καὶ ἱκετεύω σφόδρα μεμνῆσθαι, ὦ ἄνδρες, ὅπερ ὀλίγῳ πρότερον ἀπέδειξα ὑμῖν, ὅτι Ἀνδροκλῆς οὑτοσὶ φησὶ μὲν εἶναι ἐπίτροπος αὐτῶν ὡς ὄντων γνησίων Εὐκτήμονος, εἴληχε δʼ αὐτὸς [ἐφʼ] ἑαυτῷ τοῦ Εὐκτήμονος κλήρου καὶ τῆς θυγατρὸς αὐτοῦ ὡς οὔσης ἐπικλήρου· καὶ ταῦτα μεμαρτύρηται ὑμῖν.