Ancient Greek · ~1 min
Section 13
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 13
Not analysed yet
Μαρτυρία〈ι〉 ὡς μὲν ἑταίρα ἦν τῷ βουλομένῳ καὶ οὐ γυνὴ τοῦ ἡμετέρου θείου, ἣν οὗτος ἐγγυῆσαι ἐκείνῳ μεμαρτύρηκεν, ὑπὸ τῶν ἄλλων οἰκείων καὶ ὑπὸ τῶν γειτόνων τῶν ἐκείνου μεμαρτύρηται πρὸς ὑμᾶς· οἳ μάχας καὶ κώμους καὶ ἀσέλγειαν πολλήν, ὁπότε ἡ τούτου ἀδελφὴ εἴη παρʼ αὐτῷ, μεμαρτυρήκασι γίγνεσθαι περὶ αὐτῆς.