Ancient Greek · ~1 min
Section 14
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 14
Not analysed yet
καίτοι οὐ δή πού γε ἐπὶ γαμετὰς γυναῖκας οὐδεὶς ἂν κωμάζειν τολμήσειεν· οὐδὲ αἱ γαμεταὶ γυναῖκες ἔρχονται μετὰ τῶν ἀνδρῶν ἐπὶ τὰ δεῖπνα, οὐδὲ συνδειπνεῖν ἀξιοῦσι μετὰ τῶν ἀλλοτρίων, καὶ ταῦτα μετὰ τῶν ἐπιτυχόντων. ἀλλὰ μὴν τῶν γε μεμαρτυρηκότων οὐδενὶ ἐπισκήψασθαι οὗτοι ἠξίωσαν. καὶ ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε πάλιν αὐτοῖς τὴν μαρτυρίαν.