Ancient Greek · ~1 min
Section 15
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 15
Not analysed yet
Μαρτυρία ἀνάγνωθι δὴ καὶ τὰς περὶ τῶν πλησιασάντων αὐτῇ μαρτυρίας, ἵνα εἰδῶσιν ὅτι ἑταίρα τε ἦν τοῦ βουλομένου, καὶ ὅτι οὐδʼ ἐξ ἑνὸς ἄλλου φαίνεται τεκοῦσα. ἀναγίγνωσκε αὐτοῖς.