Ancient Greek · ~2 min
Section 22
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 22
Not analysed yet
Ξενοκλῆς τοίνυν Βήσαζε μὲν ἰὼν εἰς τὸ ἐργαστήριον τὸ ἡμέτερον εἰς τὰ ἔργα, οὐχ ἡγήσατο δεῖν τοῖς ἀπὸ τοῦ αὐτομάτου ἐκεῖ ἐντυχοῦσι μάρτυσι χρῆσθαι περὶ τῆς ἐξαγωγῆς, ἀλλʼ ἧκεν ἔχων ἐνθένδε Διόφαντον τὸν Σφήττιον μεθʼ ἑαυτοῦ, ὃς ἔλεγε τὴν δίκην ὑπὲρ τούτου, καὶ Δωρόθεον τὸν Ἐλευσίνιον καὶ τὸι ἀδελφὸν αὐτοῦ Φιλοχάρη καὶ ἄλλους πολλοὺς μάρτυρας, παρακεκληκὼς ἐνθένδε σταδίους ἐγγὺς τριακοσίους ἐκεῖσε·