Ancient Greek
Section 23
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 23
Not analysed yet
περὶ δὲ τῆς ἐγγύης τῆς τήθης τῶν παίδων τῶν ἑαυτοῦ ἐν τῷ ἄστει ἐκμαρτυρίαν (ὥς φησι) ποιούμενος τῶν μὲν οἰκείων οὐδένα τῶν ἑαυτοῦ παρακεκληκὼς φαίνεται, Διονύσιον δὲ 〈τὸν〉 Ἐρχιέα καὶ [τὸν] Ἀριστόλοχον τὸν Αἰθαλίδην· μετὰ δυοῖν τούτοιν ἐν τῷ ἄστει αὐτοῦ τὴν ἐκμαρτυρίαν ποιήσασθαί φασιν οὗτοι, --τοιαύτην μετὰ τούτων· οἷς οὐδʼ ἂν περὶ ὁτουοῦν πιστεύσειεν ἄλλος οὐδείς.