Ancient Greek · ~2 min
Section 6
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 6
Not analysed yet
ἁλόντος δὲ τοῦ μάρτυρος καὶ ἀποστάσης τοῦ κλήρου τῆς ἀμφισβητούσης σβητούσης γνησίας θυγατρὸς Πύρρῳ εἶναι, μεγάλη ἀνάγκη ἅμα καὶ τὴν τούτου μαρτυρίαν ἑαλωκέναι· περὶ γὰρ αὐτοῦ τούτου διαμαρτυρήσας τὴν τῶν ψευδομαρτυρίων δίκην ἠγωνίζετο, πότερον ἐξ ἐγγυητῆς ἢ ἐξ ἑταίρας ἡ ἀμφισβητοῦσα τοῦ κλήρου τῷ θείῳ [γυναικὸς] εἴη· γνώσεσθε 〈δʼ〉 ἀκούσαντες καὶ ὑμεῖς τῆς τε ἀντωμοσίας τῆς ἡμετέρας καὶ τῆς τούτου μαρτυρίας καὶ τῆς ἁλούσης διαμαρτυρίας.