Ancient Greek
Section 7
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 7
Not analysed yet
ἀναγίγνωσκε λαβὼν τασδὶ αὐτοῖς. Ἀντωμοσία Μαρτυρία Διαμαρτυρία ὡς μὲν ἔδοξε παραχρῆμα εὐθὺς τότε 〈πᾶσι〉 τὰ ψευδῆ μαρτυρῆσαι Νικόδημος ἐπιδέδεικται [τότε πᾶσι]· προσήκει δὲ καὶ παρʼ ὑμῖν τοῖς περὶ αὐτοῦ τούτου τὴν δίκην μέλλουσι ψηφιεῖσθαι ἐξελεγχθῆναι τὴν τούτου μαρτυρίαν.