Ancient Greek · ~1 min
Section 17
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 17
Not analysed yet
Εὐθυκράτει γάρ, ὦ ἄνδρες, τῷ πατρὶ τῷ Ἀστυφίλου αἴτιος γενέσθαι λέγεται τοῦ θανάτου Θούδιππος ὁ Κλέωνος τουτουὶ πατήρ, αἰκισάμενος ἐκεῖνον διαφορᾶς τινος αὐτοῖς γενομένης ἐν τῇ νεμήσει τοῦ χωρίου, καὶ οὕτως αὐτὸν διατεθῆναι, ὥστε ἐκ τῶν πληγῶν αὐτὸν ἀσθενήσαντα οὐ πολλαῖς ἡμέραις ὕστερον ἀποθανεῖν.