Ancient Greek · ~2 min
Section 18
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 18
Not analysed yet
ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, ἴσως μὲν καὶ Ἀραφηνίων καὶ πολλοὶ τῶν τότε συγγεωργούντων μαρτυρήσειαν ἄν μοι, διαρρήδην δὲ περὶ τηλικούτου πράγματος οὐκ ἂν ἔχοιμι ὅπως ὑμῖν παρασχοίμην. καὶ γὰρ αὐτὸν τυπτόμενον ἰδὼν Ἱεροκλῆς, ὁ τὸ γραμματεῖον φάσκων παρʼ ἑαυτῷ τεθῆναι, οἶδʼ ὅτι οὐκ ἂν ἐθελήσειε μαρτυρῆσαι ἐναντία ταῖς διαθήκαις αἷς αὐτὸς ἀποφαίνει. ὅμως μέντοι καὶ κάλει Ἱεροκλέα, ἵνα ἐναντίον τούτων μαρτυρήσῃ ἢ ἐξομόσηται.