Ancient Greek · ~1 min
Section 19
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 19
Not analysed yet
Ἐξωμοσία ἀκριβῶς μὲν ᾔδειν· τοῦ γὰρ αὐτοῦ ἀνδρός ἐστιν, ἃ μὲν οἶδεν, ἐξόμνυσθαι, τῶν δὲ μὴ γενομένων πίστιν ἐθέλειν ἐπιθεῖναι ἦ μὴν εἰδέναι γενόμενα· ὡς δέ, ὅτε ἀπέθνησκεν [ὁ] Εὐθυκράτης ὁ πατὴρ Ἀστυφίλου, ἐπέσκηψε τοῖς οἰκείοις μηδένα ποτὲ ἐᾶσαι ἐλθεῖν τῶν Θουδίππου ἐπὶ τὸ μνῆμα τὸ ἑαυτοῦ, τούτων ὑμῖν τὸν ἔχοντα τὴν τηθίδα τοῦ Ἀστυφίλου μάρτυρα παρέξομαι.