Ancient Greek · ~2 min
Section 2
Isaeus, Περὶ τοῦ Ἀστυφίλου κλήρου 2
Not analysed yet
ἔστι γὰρ [ὁ] Κλέων οὑτοσὶ ἀνεψιὸς Ἀστυφίλῳ πρὸς πατρός, ὁ δὲ ὑὸς ὁ τούτου, ὃν εἰσποιεῖ ἐκείνῳ, ἀνεψιαδοῦς. εἰσποίητος δʼ ἦν ὁ πατὴρ ὁ Κλέωνος εἰς ἄλλον οἶκον, καὶ οὗτοι ἔτι εἰσὶν ἐν ἐκείνῳ τῷ οἴκῳ, ὥστε γένει μὲν διὰ τὸν νόμον οὐδὲν προσήκουσιν Ἀστυφίλῳ. ἐπειδὴ δὲ κατὰ ταῦτα οὐκ ἦν ἀμφισβήτησις, διαθήκας, ὦ ἄνδρες, ψευδεῖς (ὡς ἐγὼ οἶμαι ἐπιδείξειν) κατεσκεύασαν καὶ ζητοῦσιν ἀποστερῆσαί με τῶν τἀδελφοῦ·